τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο. ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασε τὰς χεῖρας αὑτοῦ ἐπὶ τοὐ σταυροῦ, καὶ οὕτως αἶ χεῖρες αὑτοῦ φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα
παραχωρούντων αὐτῷ κατὰ νώτου τῶν ἐχθρῶν ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρὶ c ἄσαρκος καὶ γυμνὸς οὑ ἀνειλήφει σώματος ἐπὶ τὸ τῶν ἐχθρῶν κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς
εἰκὸς κατ’ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολ- λοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι, οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι, ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατ’ ἄνθρωπον καὶ θειοτέραν φύσιν τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ’ ὧν
τὰς χεῖρας ἀφεὶς τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσι φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι ‟ αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.