τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν ὁπηνίκα τέως μὲν τἀς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τόν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει,
διὰ μὲν τοῦ ψαλμοῦ λέγων ‘‘ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, ” ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς ‟ ἀπαγγείλατε γὰρ, φησὶ, τοῖς 377 ἀδελφοῖς μου ὅτι ἀνέρχομαι πρὸς τὸν πατέρα μου
καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.