σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος, 376 ἐγερεῖ αὐτόν;” ταῦτα γὰρ καθ’ ἑτέραν διάνοιαν τὰ αὐτῷ ἀποκείμενα, ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν,
πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἶ θεῖοι χρησμοί· τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακὼβ, “ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν
τοῖς ἔθνεσιν ἐξοίσει” καὶ τὰ ἑξῆς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.