καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσί τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλὴ βασιλικὴ οὖσα, τόν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα, κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν
αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη d προσδοκία τῶν ἐθνῶν εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.