ὕστατον ἡγησάμενον Ὑρκανὸν, ἐφ’ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελὼν, πρῶτός τε αὐτὸς, ὡς ἔφην, c ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς· καθ’ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία ‟οὐκ
ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, φήσασα, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ,” ὃν καί φησι γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.