Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα, τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων
ἔθνος χειρωσαμένοις, παρ’ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων ἰδίως τοῦ ἔθνους αὐτῶν, ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.