χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ; ὥστε ἐξ ἀπάντων τούτων παρίστασθαι μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν, μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέ- d ρεσθαι τὸ φάσκον λόγιον ‟οὐκ ἐκλείψει ἄρχων ἐξ
Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, μόνως δ’ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἀπάσης λέγεσθαι ταῦτα νοήσαιμεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.