οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ” (ὡς ἂν οἰη- 371 θείη τις) ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες,
ἀλλ’ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσι διήρκεσαν οὗτοι του παντὸς
ἔθνους βασιλεύσαντες, ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ b οὐδὲ ὅλων τούτων, καθ’ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.