γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει ‘‘Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ
πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ d Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία
ἐθνῶν. ”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.