κριτῶν διαφόρως κατὰ χρόνους προισταμένων τοῦ c λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἶ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο, πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων ἐκ φυλῆς μὲν
τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ’ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.