c τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι· οὓς ἐπιστῆσαι καλὸν εἰ οἶοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα “καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα,”
καὶ αὖθις μεθ’ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ “ ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου, ὡς ὁ ἥλιος, καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.