τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν ἀνατολὴν καλεῖ, καὶ οὐχ ἁπλῶς, ἀλλὰ δικαίαν, ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν
d προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν “τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης” παραθέμενοι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.