παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθε καθ’ ὅλης τῆς οἰκουμένης. Λιβάνου δὲ ἐπινοουμένης τῆς Ἰερουσαλὴμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον, τά τε ἐπὶ
τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ καρπὸς ἡ ἐξ ἐθνῶν ἐκκλησία ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι θεσπίζεται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.