καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. τούτου γὰρ μόνου καὶ οὐδ’ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος συμπαραμενεῖ τῷ ἡλίῳ. καὶ οὗτός γε, ἀλλ’ οὐδεὶς ἕτερος ἀνθρώπων, πρὸ τῆς σελήνης καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, 355 ἔσταξέ τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην
ἐπὶ πᾶσαν τὴν γῆν· εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη παραμένουσα μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.