εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι τε σαφῶς ἐν τοῖς ἐξῆς ὁ c αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστησι δι’ ὧν φησιν “ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον Χριστοῦ σου.” καὶ πάλιν “ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά
μου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.