ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ “καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἐκ σοῦ μοι ἐξελτύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,” ἅπερ ἀρτίως ἐξετάσαντες
ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ’ ἐφ’ ἕτερον ἢ b ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηφλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.