d τὴν τοὐ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ’ ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ, ὡς ἐν σκηνώματι, ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσε; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς
1 τοῦ θεοῦ Ἰακὼβ λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἷναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεὸν, δι’ ὃν καὶ τῆς ἐπὶ τῷ Ἰσραὴλ προσωνυμίας ἠξιώθη ὁρῶν 216
θεὸν, τοῦτο γὰρ ἐρμηνεν́εται τὸ ὄνομα, προσαγορευθείς· οὐκ ἄλλου δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρεστήσαμεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.