ἐκ τῆς παρθένου γεννώμενος, καὶ παιδίον γινόμενος b ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ’ ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραὴλ,
τὰς ἐξόδους ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς μεγάλης βουλῆς ἀγγέλῳ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.