ἐπιλέγων ἔφασκε “δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” σαφὲς δὲ καὶ ἀπὸ c τῶν ἐξῆς τοῦ αὐτοῦ προφήτου ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοὐ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν
καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ’ οὖν ἑξῆς ‘καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ πολλοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.