γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ 344 κύριος δι’ ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν ἐν ἰσχύι· λέγεται, ὥστε ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ πρὸς
τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.