δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δὲ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σω-
b τηρὸς ἡμῶν παρουσίαν ; εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δεῖ ἀπιστεῖν εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν
εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις οὐχ ἥττων οὖσα ἀπὸ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ’ αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν ; ἀλλὰ γὰρ τούτοις c ἐξῆς μετὰ τὸ εἰς βόσκημα προβάτου καὶ καταπάτημα
βοός” συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ “ καὶ εἶπε κύριος πρός με, λάβε σεαυτῷ τόμον,” ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.