δεσπότης αὐτῶν “τοῦ ποιῆσαι σταφυλὴν τὸν ἀμπελῶνα, ὁ δὲ ἐποίησεν ἀκάνθας,” καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· διὸ καὶ ἀφαιρῶν τὸν φραγμὸν αὐτοῦ καὶ καθαιρῶν τὸν τοῖχον εἰς χέρσον καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν
αὐτὸν, οὓς μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσεσθαί 1 b φησιν ἐκεῖ τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως, ἀλλ’ εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ χέρσος καὶ ἄκανθα αὐτῶν γέγονε πᾶσα ἡ γῆ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.