αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσι τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, d κατὰ δὲ τὴν πρόχειρον λέξιν, καθ’ ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας 201
κατειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ είδωλολάτρας ἀνθρώπους έν πάσαις αὐτῶν πόλεσί τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ ξυρῷ τοῦ νενοημένου ἡμῖν βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν αὐτῶν
καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα, πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, ξυρήσειν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.