προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἐχομένου δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς, τὸ τούτων γάλα ποριζομένου· ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν
πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορὸν, ὧν ἕκαστος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γεγονὼς,” καὶ διὰ τοῦτο “ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς ὠνομασμένος d θρέψειν λέγεται δάμαλιν βοῶν καὶ δύο πρόβατα, τρία καθ’ ἑκάστην ἐκκλησίαν τάγματα, ἕν μὲν
τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς διὰ λουτροῦ παλιγγενεσίας ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος ‘‘γάλα ὑμᾶς ἐπότισα, οὐ
βρῶμα·” τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτας ἕξει 1 δάμαλιν βοῶν εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως 324 λέγει;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.