ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου c προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς άνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν τὴν
ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι’ ἧς φησιν ἑωρακέναι αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.