τὰς ἱστορίας ἐξετάζουσιν ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμάσκου συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον. μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν, καὶ τοῦ
Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενε βασιλεία· οὐ γὰρ ἀπὸ γένους ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης, καὶ οἶ μετ’ αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.