1 θεὸς ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ’ ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἶ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα,
τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, d ἀλλ’ οὔτε ὁ μεθ’ ἡμῶν θεὸς Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ’ αὐτῷ· ἀλλ’ οὐδὲ ἀγὼν ἢ μόχθος τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν· καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας
ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.