τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχε τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν οὐκ αὔταρκες ὑμῖν, φησὶ, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν, καὶ ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ’ ἤδη
καὶ τὸν θεόν μου κοποῦτε, καὶ ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;” οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.