μεθ’ ἡμῶν θεός·” (τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα·) ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις, (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος) ὅμως δ’ οὖν καὶ κατ’ αὐτὸν τοῦτον εἴρηται
τὸν τρόπον ‟ἀκούσατε δὴ οἶκος Δαβὶδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν κύριον θεόν μου; διὰ τοῦτο δόσει αὐτὸς c ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ αυλλαμβάνει, καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.