μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν xfj γραφῇ, (οὕτως γάρ φασι φέρεσθαι παρ’ αὑτοῖς) καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν οἷα καὶ πάσαι γυναῖκες ἐξ ὁμι- λίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα νεᾶνίς τις ἔμελλε ;
πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος ; καὶ οὐχ ἁπλῶς θεὸς, ἀλλ’ ὁ μεθ’ ἡμῶν; τοῦτο γὰρ σημαί- σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶ δεῖν ὀνομά- ὀνομάζειν τὸν γεννώμενον. ἰδοὺ γὰρ ἡ παρθένος, φησὶν, 316 ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ
ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.