τίνων δὲ ἐχθρῶν, ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς 1 ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ 194 ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα, καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων 314 ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα,
μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλμοῖς, οὐδ’ ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.