κατὰ τοῦ Ἀχαζ, ὃς ἐπεῖχε τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν b γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερε νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν
δυνάμεων, (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας διεληλύθαμεν, ὧς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ’ αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ
μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θ’ ἑοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκῆνος c ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ ἡ τούτου χρεία ἦν καιρὸς ἂν εἴη διαλαβεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.