καὶ εἶπε κύριος (αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος κύριος Σαβαὼθ,) τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με. καὶ εἶπε, πορεύθητι, καὶ εἷπον τῷ λαῷ 193 τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες
βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ 1 καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε c ἴδωσι τοῖς ὀφθαλμοῖς αὑτῶν καὶ τοῖς ὠσὶν αὑτῶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.