παρὰ σαυτῷ σκέψαι εἰ μὴ ὑπερβαίνει πάσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος. καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον καὶ θεὸν ἰσχυρὸν, καὶ ὅσα
τούτοις συγκατείλεκται. ἔτι δέ φησι δι’ αὐτοῦ κατορθωθήσεσθαι b τὴν τοῦ Δαβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.