τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι’ ὅσων οὗτος καὶ ὅπως παρίσταται. ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος· δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου· τρίτον
ὁ μετὰ χεῖρας, εἶς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις, καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα “μεγάλης βουλῆς ἄγγελος,” καὶ τινα τῶν ἀντιγράφων ἔχει “θαυμαστὸς σύμβουλος, 209 θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ
τοῦ μέλλοντος αἰῶνος·”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.