1 τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωὰμ, τοῦτ’ ἔστι τὸν ἀπεσταλμένον Ἐμμανοὺλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγενημένον υἱὸν, τόν τε πότιμον καὶ γόνιμον b αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν, καίτοι
πράως καὶ ἡσυχῆ φερόμενον, παραιτουμένοις, καθ’ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις ἐπάξειν τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει,
λέγων αὐτὸν εἶναι τὸν βασιλέα τῶν Ἀσσυρίων· οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχὴν, ᾗ καὶ παρεδόθησαν οἶ τὸ μὲν δηλωθὲν τοῦ c Σιλωὰμ ὕδωρ τὸ πορευόμενον ἡσυχῆ παραιτησάμενοι,
τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.