σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν “εἰς πρόσωπον βασιλέως Ἀσσυρίων,” ἐπίστησον μή ποτε ἄρα καὶ ἐν τούτοιςτὴς Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε κατευθύνοντες ἢ κατευθυνόμενοι Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ c μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ
σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεὺς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.