θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀο- ράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολεμούντων, ἕν μὲν τῶν τἀς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάν- τοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας,
θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργα- c ζομένων ’ καὶ τὸ μὲν τῆς εἰδωλολάτρου πλάνης εἰκόνα φέρειν ἀποδείξας, τὸν ἄρχοντα τῆς Δαμάσκου, τὸ δὲ τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου τύ- πον εἶναι, τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησι
τούτων ἀπαλλαγήσεσθαι τὴν γῆν (οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατ’ οἰκοῦντας ἀνθρώπους) ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουήλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.