b γέγονε τοῦ σωτηρίου κηρύγματος, διὸ ταύτης ἔτυχον τῆς προσηγορίας, ὡς καὶ τοῦ ἁγίου πνεύματος αἶ δυνάμεις πτέρυγες ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρρητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ
δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.