θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν ἴ’ βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ
νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι.
b
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.