ἐν ἐλευθερίᾳ διῆγον οἶ Αἰγύπτιοι, δυναστεία δὲ αὐ- τῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκεί- νοῦ τε πρώτου Ῥωμαίων Αὐγούστου, καθ’ ὃν ὁ κύ- ριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης,
ὑπὸ τὴν Ρωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτο- νομίας καὶ ἐλευθερίας ἀφῃρημένοι· ὡς καὶ ἐν τούτῳ d τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγου-
μένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φά- σκον ’ καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν,” περὶ δὲ τῶν τὴν καθ’ ὅλου διε- πόντων ἀρχὴν τὸ ἑξῆς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.