προφητείας. ἡμέρας δὴ οὖν τοῦ κυρίου, ὥσπερ οὑν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτὸς, οἶα φῶς ἀληθινὸν τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται c
ἡμερῶν, τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ ‘τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους,” τὸ Ἰουδαίων ἔθνος διὰ
τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται 1 δεινοῖς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.