καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης, ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου ἐπὶ Δαρείου τοῦ Περσοῦ,
ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν 285 πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πἐπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.