τὸ “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοι 287 ώθημεν·” τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον, ἀλλὰ καὶ τῆς πρὸς λέξιν ἀποδοθείσης. οἶ γοῦν ἀπόστολοι καὶ
μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων 1 εἰς αὐτὸν πεπιστευκότες, μακρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι, καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέντες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.