ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς αἱ ζωαί. δύο οὑν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀιδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθὼν ἐν
μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται κατὰ τὴν τῶν ὁ ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ “ ἐν τῷ ἐγγίξειν τὰ ἔτη ζώωσον αὐτό” εἴρηται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.