οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἶοί τε ὄντ’ ἐς τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ d ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες ‟ἔα, τί καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι
ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.