ὀνομαζόμενα, σαλευθήσεσθαι λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχε τίς οὐκ ἂν ὁμολογήσειε μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους, πάντ’ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα, ἀλλὰ καὶ ἐκποδὼν
γεγενημένα; κοιλάδες δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιῶν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαὶ, ἀποθρηνοῦσαιν 272 καὶ ἀποκλαιόμεναι καὶ ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολὴν,
βολὴν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρὰς καὶ πολυετοῦς δουλείας ἕνεκεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.