274 καὶ ὑπερυψούμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ὅρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ, αἶ δυνάμεις δηλονότι αἶ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρίας πράγμασι καταδεδούλωνται,)
δεδούλωνται,) οἶ δὲ πονηροὶ δαίμονες, κοιλάδες ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν) ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν, καὶ ἑτέρα δ’ ἂν εἴη b παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν
καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ
θεοῦ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.