ἢ τοῖς οἰωνοῖς, ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ’ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσι καὶ αὐτῶν Ἑλλήπων ὁμολογίαις ἤδη πρότερον δαίμονας
αὐτοὺς εἶναι καὶ οὐδ’ ἀγαθοὺς, πάσης δὲ βλάβης d καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφήται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασε διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων
τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι’ ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέγχθησαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.