κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν 1 τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι’ αὐτοῦ συνέστηκε.” κεκληται καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία. αὐτὰ δὴ οὖν
211 ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.